Ἰλιάδος Αʹ

Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
οὐλομένην, ἣ μυρί᾿ Ἀχαιοῖς ἄλγε᾿ ἔθηκε,
πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
οἰωνοῖσί τε πᾶσι· Διὸς δ᾿ ἐτελείετο βουλή,
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
Tίς τ᾿ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς
νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
λυσόμενός τε θύγατρα φέρων τ᾿ ἀπερείσι᾿ ἄποινα,
στέμματ᾿ ἔχων ἐν χερσὶν ἑκηϐόλου Ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
“Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾿ ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ᾿ οἴκαδ᾿ ἱκέσθαι·
παῖδα δ᾿ ἐμοὶ λύσαιτε φίλην, τὰ δ᾿ ἄποινα δέχεσθαι,
ἁζόμενοι Διὸς υἱὸν ἑκηϐόλον Ἀπόλλωνα.”


λεξικὸς κατάλογος

στίχος λόγος μετάφραις ἐν γλώσσῃ Ἀγγλικῇ λεξικόν
2 ὄλλυμι, ὀλέσω, ὤλεσ(σ)α, ὄλωκα ruin, destory, kill LSJ
3 ἴφθιμος, -η, -ον strong, stout; of women: comely, stately LSJ
3 προϊάπτω, προϊάψω, προΐαψα hurl forth LSJ
4 ἑλώριον, -ου, τό = ἕλωρ prey, spoil, plunder LSJ
5 τεύχω, -ξω, ἔτευξα, τέτευχα, τέτυγμαι, ἐτύχθην make ready, prepare LSJ
5 οἰωνός, -ου, ὁ bird of prey, large bird of prey LSJ
6 διίστημι, διαστήσω, διέστησα and διέστην, διέστηκα, διέσταμαι, διεστάθην stand apart, separate; *of persons, stand apart, be at variance LSJ
6 ἐρίζω, ἤρισ(σ)α, ἐρήρισμαι quarrel, strive LSJ
7 ἄναξ, ἄνακτος, ὁ king, lord, protector LSJ
8 συνίημι, συνήσω, συνῆκα or συνέηκα, συνεῖκα, συνεῖμαι, συνείθην come together, come to an agreement; bring or set together (in a hostile sense) LSJ
8 ἔρις, ἔριδος, ἡ quarrel, strife LSJ
8 μάχομαι, μαχοῦμαι, ἐμαχεσάμην, μεμάχημαι fight, battle, wage war LSJ
9 Λητώ, -οῦς, ἠ Leto, mother of Apollo and Artemis LSJ
9 χολόω, ἐχόλωσα, κεχόλωται feel anger, rage LSJ
10 ὄρνυμι, ὄρσω, ὦρσα, ὄρωρα stir up, arouse, urge on, excite LSJ
11 ὀλέκω=ὄλλυμι, ὀλέσω, ὤλεσ(σ)α, ὄλωκα ruin, destroy, kill LSJ
11 ἀρητήρ, ἀρητῆρος, ὁ priest, one who prays LSJ
12 θοός, -ή,-όν swift, fleet LSJ
12 νηῦς, νηός, ἡ ship LSJ
13 ἄποινα, τά a ransom, atonement, compensation LSJ
13 ἀπερείσιος, -ον countless, beyond value LSJ
14 στέμμα, -ατος, τό wreath, garland LSJ
14 ἑκηβόλος, -ον far-shooting LSJ
15 λίσσομαι,-,ἐλισάμην beg, beseech, pray LSJ
16 κοσμήτωρ, -ος, ὁ marshaller, commander LSJ
17 ἐυκνήμις, ἐυκνήμιδος well-greaved LSJ
19 ἐκπέρθω, πέρσω destroy utterly LSJ
21 ἅζομαι show reverence LSJ