Ἰλιάδος Αʹ

Ἔνθ᾿ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
αἰδεῖσθαί θ᾿ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
ἀλλ᾿ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ᾿ ἐπὶ μῦθον ἔτελλε·
“Μή σε, γέρον, κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
ἢ νῦν δηθύνοντ᾿ ἢ ὕστερον αὖτις ἰόντα,
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
τὴν δ᾿ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης,
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·
ἀλλ᾿ ἴθι, μή μ᾿ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.”
Ὣς ἔφατ᾿, ἔδεισεν δ᾿ ὃ γέρων καὶ ἐπείθετο μύθῳ·
βῆ δ᾿ ἀκέων παρὰ θῖνα πολυφλοίσϐοιο θαλάσσης·
πολλὰ δ᾿ ἔπειτ᾿ ἀπάνευθε κιὼν ἠρᾶθ᾿ ὃ γεραιὸς
Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·
“Κλῦθί μευ ἀργυρότοξ᾿, ὃς Χρύσην ἀμφιϐέϐηκας
Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,
Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ᾿ ἐπὶ νηὸν ἔρεψα,
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾿ ἔκηα
ταύρων ἠδ᾿ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.”


λεξικὸς κατάλογος

στίχος λόγος μετάφραις ἐν γλώσσῃ Ἀγγλικῇ λεξικόν
22 ἐπευφημέω, ἐπευφημήσω, ἐπευφήμησα assent w/ a shout of applause (+inf.) LSJ
23 αἰδέομαι, αἰδέσ(σ)ομαι, ᾐδεσ(σ)άμην show reverence LSJ
23 ἀγλαός,-ή,-όν strong, stout; of women: comely, stately LSJ
24 ἁνδάνω, ἁδήσω, ἓαδον, ἃδηκα (+ dat.) please, delight, gratify LSJ
25 ἐπιτέλλω, ἐπιτελῶ, ἐπέτειλα, ἐπετέταλμαι lay, impose, inflict upon a person; give an order to a person LSJ
26 κιχάνω, κιχήσομαι, ἒκιχον reach, meet with LSJ
27 δηθύνω tarry, delay LSJ
28 χραισμέω, χραισμήσω, ἐχραίσμησα help, assist, benefit, avail LSJ
30 τηλόθι, adv. far from, at a distance LSJ
31 ἱστός,-ου, ὁ anything set upright; the mast of a ship; here: a loom LSJ
31 ἐποίχομαι, ἐποιχήσομαι, ἐπῴχωκα go to, go against, ply LSJ
31 λέχος, λέχεος, τό bed LSJ
31 ἀντιάω, ἀντιάσω, ἠντίασα go to meet LSJ
32 ἐρεθίζω vex, anger LSJ
32 σαώτερος, -η, -ον (comparative of σαός) safer LSJ
32 νέομαι come or go LSJ
33 δείδω, δείσομαι, ἔδεισα, δείδοικα fear
34 ἀκέων, -ουσα, -ον silent, quiet LSJ
34 θίς, θινός, ἡ beach, shore LSJ
34 πολύφλοισβος, -ον loud roaring LSJ
35 ἀπάνευθε, adv./prep. + gen. far away, removed; (+ gen.) far from, aloof from LSJ
35 κίω come, go, depart LSJ
35 ἀράομαι, ἀρήσομαι, ἠρησάμην pray, curse, invoke LSJ
36 ηὔκομος, -ον fair-haired LSJ
36 κλύω hear LSJ
36 ἀργυρότοξος, -ον with silver bow
36 ἀμφιβαίνω, ἀμφιβήσομαι, ἀμφέβην or ἀμφέβησα, ἀμφιβέβηκα, ἀμφιβέβαμαι, ἀμφιεβάθην go about or around; guard, protect LSJ
38 Κίλλα, ἡ Cilla, a town in the Troad
38 ζάθεος,-α, -ον very sacred, divine LSJ
38 Τένεδος, -οιο, ἡ a small island west of the Troad LSJ
38 ἶφι, indecl. by force or might, strongly LSJ
39 Σμινθεύς (epithet of Apollo) destroyer of field mice LSJ
39 χαρίεις, -εσσα, -εν graceful, beautiful, lovely LSJ
39 ναός, -ου, ὁ temple, shrine LSJ
39 ἐρέφω, ἐρέψω, ἤρεψα roof over, cover, build LSJ
40 πίων, -ονος fat, plump LSJ
40 μηρία, τά thighbones, thighs LSJ
40 καίω, καύσω, ἔκαυσα, κέκαυκα, κέκαυμαι, ἐκαύθην kindle, light, burn LSJ
41 κραίνω, κρανῶ, ἔκρανα, ἐκράνθην accomplish, fulfill, complete LSJ
41 ἔλδωρ, -ορος, τό wish, longing, desire LSJ
42 τίνω, τείσω, ἔτεισα, τέτεικα pay a price, pay or atone for a thing LSJ
42 βέλος, -εος, τό missle, shaft –> arrow LSJ