Ἰλιάδος Αʹ
Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
οὐλομένην, ἣ μυρί᾿ Ἀχαιοῖς ἄλγε᾿ ἔθηκε,
πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
οἰωνοῖσί τε πᾶσι· Διὸς δ᾿ ἐτελείετο βουλή,
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
Tίς τ᾿ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς
νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
λυσόμενός τε θύγατρα φέρων τ᾿ ἀπερείσι᾿ ἄποινα,
στέμματ᾿ ἔχων ἐν χερσὶν ἑκηϐόλου Ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
“Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾿ ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ᾿ οἴκαδ᾿ ἱκέσθαι·
παῖδα δ᾿ ἐμοὶ λύσαιτε φίλην, τὰ δ᾿ ἄποινα δέχεσθαι,
ἁζόμενοι Διὸς υἱὸν ἑκηϐόλον Ἀπόλλωνα.”
λεξικὸς κατάλογος
| στίχος | λόγος | μετάφραις ἐν γλώσσῃ Ἀγγλικῇ | λεξικόν |
| 2 | ὄλλυμι, ὀλέσω, ὤλεσ(σ)α, ὄλωκα | ruin, destory, kill | LSJ |
| 3 | ἴφθιμος, -η, -ον | strong, stout; of women: comely, stately | LSJ |
| 3 | προϊάπτω, προϊάψω, προΐαψα | hurl forth | LSJ |
| 4 | ἑλώριον, -ου, τό = ἕλωρ | prey, spoil, plunder | LSJ |
| 5 | τεύχω, -ξω, ἔτευξα, τέτευχα, τέτυγμαι, ἐτύχθην | make ready, prepare | LSJ |
| 5 | οἰωνός, -ου, ὁ | bird of prey, large bird of prey | LSJ |
| 6 | διίστημι, διαστήσω, διέστησα and διέστην, διέστηκα, διέσταμαι, διεστάθην | stand apart, separate; *of persons, stand apart, be at variance | LSJ |
| 6 | ἐρίζω, ἤρισ(σ)α, ἐρήρισμαι | quarrel, strive | LSJ |
| 7 | ἄναξ, ἄνακτος, ὁ | king, lord, protector | LSJ |
| 8 | συνίημι, συνήσω, συνῆκα or συνέηκα, συνεῖκα, συνεῖμαι, συνείθην | come together, come to an agreement; bring or set together (in a hostile sense) | LSJ |
| 8 | ἔρις, ἔριδος, ἡ | quarrel, strife | LSJ |
| 8 | μάχομαι, μαχοῦμαι, ἐμαχεσάμην, μεμάχημαι | fight, battle, wage war | LSJ |
| 9 | Λητώ, -οῦς, ἠ | Leto, mother of Apollo and Artemis | LSJ |
| 9 | χολόω, ἐχόλωσα, κεχόλωται | feel anger, rage | LSJ |
| 10 | ὄρνυμι, ὄρσω, ὦρσα, ὄρωρα | stir up, arouse, urge on, excite | LSJ |
| 11 | ὀλέκω=ὄλλυμι, ὀλέσω, ὤλεσ(σ)α, ὄλωκα | ruin, destroy, kill | LSJ |
| 11 | ἀρητήρ, ἀρητῆρος, ὁ | priest, one who prays | LSJ |
| 12 | θοός, -ή,-όν | swift, fleet | LSJ |
| 12 | νηῦς, νηός, ἡ | ship | LSJ |
| 13 | ἄποινα, τά | a ransom, atonement, compensation | LSJ |
| 13 | ἀπερείσιος, -ον | countless, beyond value | LSJ |
| 14 | στέμμα, -ατος, τό | wreath, garland | LSJ |
| 14 | ἑκηβόλος, -ον | far-shooting | LSJ |
| 15 | λίσσομαι,-,ἐλισάμην | beg, beseech, pray | LSJ |
| 16 | κοσμήτωρ, -ος, ὁ | marshaller, commander | LSJ |
| 17 | ἐυκνήμις, ἐυκνήμιδος | well-greaved | LSJ |
| 19 | ἐκπέρθω, πέρσω | destroy utterly | LSJ |
| 21 | ἅζομαι | show reverence | LSJ |