τὸ ἀνάγνωσμα περὶ τῆς διαθήκης τοῦ κυρίου

εἶπεν δὲ ὁ θεὸς τῷ Ἁβραάμ (οὐκ ἐκαλεῖτο τὸ ὄνομα αὐτοῦ Ἅβραμ)· "Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αὐτῆς. εὐλογήσω δὲ αὐτὴν καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον· καὶ εὐλογήσω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται." καὶ ἔπεσεν Ἁβραάμ ἐπὶ πρόσωπον καὶ ἐγέλασεν καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· "εἰ τῷ ἑκατονταέτει γενήσεται καὶ εἰ Σάρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται;" εἶπεν δὲ Ἁβραάμ πρὸς τὸν θεόν· "Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου." εἶπεν δὲ ὁ θεὸς τῷ  Ἁβραάμ· "ναί, ἰδοὺ, Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου· ἰδοὺ εὐλόγησα αὐτὸν καὶ αὐξανῶ αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ, ὃν τέξεταί σοι Σάρρα εἰς τὸν καιρὸν τοῦτον ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ." συνετέλεσεν δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη ὁ θεὸς ἀπὸ Ἁβραάμ.


βοηθήματα

κληθήσεται: τοῦτο τὸ ῥῆμά ἐστι τοῦ τρίτου προσώπου καὶ τοῦ ἑνικοῦ ἀριθμοῦ ἐν τῷ μέλλοντι χρόνῳ καὶ τῇ παθητικῇ φωνῇ ("passive voice") καὶ τῇ ὁριστηκῇ ἐνκλίσει ("indicative mood") ἀπὸ καλέω (καλέσω ἐκάλεσα).

εἰ τῷ ἑκατονταέτει γενήσεται: ὁ Ἁβραάμ ἐστι ἑκατὸν ἔτη γεγονῶς, καὶ ἡ Σάρρα ἐνενήκοντα ἔτη γεγονυῖα.

ζήτω: τοῦτο τὸ ῥῆμά ἐστι τοῦ τρίτου προσώπου καὶ τοῦ ἑνικοῦ ἀριθμοῦ ἐν τῷ ἐνεστῶτι χρόνῳ καὶ τῇ ἐνεργητικῇ φωνῇ ("active voice") καὶ τῇ προστακτικῇ ἐνκλίσει ("imperative mood") ἀπὸ ζῶ (ζώσω).

στήσω: τοῦτο τὸ ῥῆμά ἐστι τοῦ πρώτου προσώπου καὶ τοῦ ἑνικοῦ ἀριθμοῦ ἐν τῷ μέλλοντι χρόνῳ καὶ τῇ ἐνεργητικῇ φωνῇ ("active voice") καὶ τῇ ὁριστηκῇ ἐνκλίσει ("indicative mood") ἀπὸ ἵστημι (στήσω ἔστησα). ἴδετε τοῦτον τὸν λόγον ἐν τῷ ἀναγώσματι περὶ ἄλλων μέρων τοῦ σώματος· ἵσταται δ' ἡ κεφαλὴ ἐπὶ τοῦ τραχήλου


λεξικὸς κατάλογος

※ Green background color indicates core vocabulary.

τὰ ὀνόματα English Definition Dict. Gram. Author
ὁ βασιλεύς, τοῦ βασιλέως
king
LSJ 275 Her.
Xen.
ἡ διάνοια, τῆς διανοίας
thought, thinking, meaning
LSJ 216 Her.
Xen.
ἡ διαθήκη, τῆς διαθήκης
disposition of property; compact, covenant
LSJ 216
ὁ καιρός, τοῦ καιροῦ
the exact or right time, opportunity
LSJ 231 Her.
Xen.
ὁ ἐνιαυτός, τοῦ ἐνιαυτοῦ
a span of time, a year
LSJ
231 Her.
Xen.

τὰ ἐπίθετα English Definition Dict. Gram. Author
αἰώνιος, -α, -ον
lasting for an age, eternal
LSJ 287

τὰ ῥήματα English Definition Dict. Gram. Author
πίπτω, πεσοῦμαι, ἔπεσον
I fall
LSJ 383 Her.
Xen.
γελάω, γελάσομαι, ἐγέλασα
I laugh
LSJ 383 Her.
Xen.
γεννάω, γεννήσω, ἐγέννησα
I beget, father; produce
LSJ 383
λαλέω, λαλήσω, ἐλάλησα
I chat, talk
LSJ 383 Xen.